Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἶριν· πόλει γὰρ οὐδὲν ἥκομεν βλάβος,
  2. ἑνὸς δʼ ἐπʼ ἀνδρὸς σῶμα συστρατεύομεν,
  3. ὅν φασιν εἶναι Ζηνὸς Ἀλκμήνης τʼ ἄπο.
  4. πρὶν μὲν γὰρ ἄθλους ἐκτελευτῆσαι πικρούς,
  5. τὸ χρή νιν ἐξέσῳζεν, οὐδʼ εἴα πατὴρ
  6. Ζεύς νιν κακῶς δρᾶν οὔτʼ ἔμʼ οὔθʼ Ἥραν ποτέ·
  7. ἐπεὶ δὲ μόχθους διεπέρασʼ Εὐρυσθέως,
  8. Ἥρα προσάψαι καινὸν αἷμʼ αὐτῷ θέλει
  9. παῖδας κατακτείναντι, συνθέλω δʼ ἐγώ.
  10. ἀλλʼ εἶʼ, ἄτεγκτον συλλαβοῦσα καρδίαν,