Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- Σπαρτῶν ἵνα γένος ἔφανε
- χαλκασπίδων λόχος, ὃς γᾶν
- τέκνων τέκνοις μεταμείβει,
- Θήβαις ἱερὸν φῶς.
- ὦ λέκτρων δύο συγγενεῖς
- εὐναί, θνατογενοῦς τε καὶ
- Διός, ὃς ἦλθεν ἐς εὐνὰν
- Νύμφας τᾶς Περσηίδος· ὡς
- πιστόν μοι τὸ παλαιὸν ἤ-
- δη λέχος, ὦ Ζεῦ, σὸν ἐπʼ οὐκ ἐλπίδι φάνθη,
- λαμπρὰν δʼ ἔδειξʼ ὁ χρόνος
- τὰν Ἡρακλέος ἀλκάν·
- γᾶς ὃς ἐξέβα θαλάμων
- Πλούτωνος δῶμα λιπὼν
- νέρτερον.
- κρείσσων μοι τύραννος ἔφυς
- ἢ δυσγένειʼ ἀνάκτων,
- ἃ νῦν ἐσορᾶν ἔφανε
- ξιφηφόρων ἐς ἀγώνων
- ἅμιλλαν, εἰ τὸ δίκαιον