Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καλλίνικον ἀγῶνα.
  2. Πυθίου δενδρῶτι πέτρα
  3. Μουσῶν θʼ Ἑλικωνιάδων
  4. δώματʼ, ὤ,
  5. ἥξετʼ εὐγαθεῖ κελάδῳ
  6. ἐμὰν πόλιν, ἐμὰ τείχη,
  7. Σπαρτῶν ἵνα γένος ἔφανε
  8. χαλκασπίδων λόχος, ὃς γᾶν
  9. τέκνων τέκνοις μεταμείβει,
  10. Θήβαις ἱερὸν φῶς.
Χορός
  1. ὦ λέκτρων δύο συγγενεῖς
  2. εὐναί, θνατογενοῦς τε καὶ
  3. Διός, ὃς ἦλθεν ἐς εὐνὰν
  4. Νύμφας τᾶς Περσηίδος· ὡς
  5. πιστόν μοι τὸ παλαιὸν ἤ-
  6. δη λέχος, ὦ Ζεῦ, σὸν ἐπʼ οὐκ ἐλπίδι φάνθη,
  7. λαμπρὰν δʼ ἔδειξʼ ὁ χρόνος
  8. τὰν Ἡρακλέος ἀλκάν·
  9. γᾶς ὃς ἐξέβα θαλάμων
  10. Πλούτωνος δῶμα λιπὼν
  11. νέρτερον.