Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. γνῶναι καὶ τοὺς ἀγαθούς,
  2. ἴσον ἅτʼ ἐν νεφέλαισιν ἄ-
  3. στρων ναύταις ἀριθμὸς πέλει.
  4. νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶν
  5. χρηστοῖς οὐδὲ κακοῖς σαφής,
  6. ἀλλʼ εἱλισσόμενός τις αἰ-
  7. ὼν πλοῦτον μόνον αὔξει.
Χορός
  1. οὐ παύσομαι τὰς Χάριτας
  2. Μούσαις συγκαταμειγνύς,
  3. ἁδίσταν συζυγίαν.
  4. μὴ ζῴην μετʼ ἀμουσίας,
  5. αἰεὶ δʼ ἐν στεφάνοισιν εἴ-
  6. ην· ἔτι τοι γέρων ἀοι-
  7. δὸς κελαδεῖ Μναμοσύναν·
  8. ἔτι τὰν Ἡρακλέους
  9. καλλίνικον ἀείδω
  10. παρά τε Βρόμιον οἰνοδόταν
  11. παρά τε χέλυος ἑπτατόνου
  12. μολπὰν καὶ Λίβυν αὐλόν·
  13. οὔπω καταπαύσομεν
  14. Μούσας, αἵ μʼ ἐχόρευσαν.