Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εἶχεν ζόας βίοτον,
  2. καὶ τῷδʼ ἦν τούς τε κακοὺς ἂν
  3. γνῶναι καὶ τοὺς ἀγαθούς,
  4. ἴσον ἅτʼ ἐν νεφέλαισιν ἄ-
  5. στρων ναύταις ἀριθμὸς πέλει.
  6. νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶν
  7. χρηστοῖς οὐδὲ κακοῖς σαφής,
  8. ἀλλʼ εἱλισσόμενός τις αἰ-
  9. ὼν πλοῦτον μόνον αὔξει.
Χορός
  1. οὐ παύσομαι τὰς Χάριτας
  2. Μούσαις συγκαταμειγνύς,
  3. ἁδίσταν συζυγίαν.
  4. μὴ ζῴην μετʼ ἀμουσίας,
  5. αἰεὶ δʼ ἐν στεφάνοισιν εἴ-
  6. ην· ἔτι τοι γέρων ἀοι-
  7. δὸς κελαδεῖ Μναμοσύναν·
  8. ἔτι τὰν Ἡρακλέους
  9. καλλίνικον ἀείδω
  10. παρά τε Βρόμιον οἰνοδόταν
  11. παρά τε χέλυος ἑπτατόνου