Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. δισσοὺς ἂν ἔβαν διαύλους,
  2. ἁ δυσγένεια δʼ ἁπλοῦν ἂν
  3. εἶχεν ζόας βίοτον,
  4. καὶ τῷδʼ ἦν τούς τε κακοὺς ἂν
  5. γνῶναι καὶ τοὺς ἀγαθούς,
  6. ἴσον ἅτʼ ἐν νεφέλαισιν ἄ-
  7. στρων ναύταις ἀριθμὸς πέλει.
  8. νῦν δʼ οὐδεὶς ὅρος ἐκ θεῶν
  9. χρηστοῖς οὐδὲ κακοῖς σαφής,
  10. ἀλλʼ εἱλισσόμενός τις αἰ-
  11. ὼν πλοῦτον μόνον αὔξει.
Χορός
  1. οὐ παύσομαι τὰς Χάριτας
  2. Μούσαις συγκαταμειγνύς,
  3. ἁδίσταν συζυγίαν.
  4. μὴ ζῴην μετʼ ἀμουσίας,
  5. αἰεὶ δʼ ἐν στεφάνοισιν εἴ-
  6. ην· ἔτι τοι γέρων ἀοι-
  7. δὸς κελαδεῖ Μναμοσύναν·
  8. ἔτι τὰν Ἡρακλέους
  9. καλλίνικον ἀείδω
  10. παρά τε Βρόμιον οἰνοδόταν