Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὡς οὐδὲν ἀνθρώποισι τῶν θείων σαφές.
  2. ἐγὼ γὰρ οὔτʼ ἐς πατέρʼ ἀπηλάθην τύχης,
  3. ὃς οὕνεκʼ ὄλβου μέγας ἐκομπάσθη ποτέ,
  4. ἔχων τυραννίδʼ, ἧς μακραὶ λόγχαι πέρι
  5. πηδῶσʼ ἔρωτι σώματʼ εἰς εὐδαίμονα,
  6. ἔχων δὲ τέκνα· κἄμʼ ἔδωκε παιδὶ σῷ
  7. ἐπίσημον εὐνὴν Ἡρακλεῖ συνοικίσας.
  8. καὶ νῦν ἐκεῖνα μὲν θανόντʼ ἀνέπτατο,
  9. ἐγὼ δὲ καὶ σὺ μέλλομεν θνῄσκειν, γέρον,
  10. οἵ θʼ Ἡράκλειοι παῖδες, οὓς ὑπὸ πτεροῖς
  11. σῴζω νεοσσοὺς ὄρνις ὣς ὑφειμένη.
  12. οἳ δʼ εἰς ἔλεγχον ἄλλος ἄλλοθεν πίτνων,
  13. Ὦ μῆτερ, αὐδᾷ, ποῖ πατὴρ ἄπεστι γῆς;