Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. στάσει· τὸ Κάδμου δʼ ἑπτάπυλον ἔχει κράτος.
Ἡρακλῆς
  1. τί δῆτα πρὸς σὲ καὶ γέροντʼ ἦλθεν φόβος;
Μεγάρα
  1. κτείνειν ἔμελλε πατέρα κἀμὲ καὶ τέκνα.
Ἡρακλῆς
  1. τί φῄς; τί ταρβῶν ὀρφάνευμʼ ἐμῶν τέκνων;
Μεγάρα
  1. μή ποτε Κρέοντος θάνατον ἐκτεισαίατο.
Ἡρακλῆς
  1. κόσμος δὲ παίδων τίς ὅδε νερτέροις πρέπων;
Μεγάρα
  1. θανάτου τάδʼ ἤδη περιβόλαιʼ ἀνήμμεθα.
Ἡρακλῆς
  1. καὶ πρὸς βίαν ἐθνῄσκετʼ; ὦ τλήμων ἐγώ.
Μεγάρα
  1. φίλων γʼ ἔρημοι· σὲ δὲ θανόντʼ ἠκούομεν.
Ἡρακλῆς
  1. πόθεν δʼ ἐς ὑμᾶς ἥδʼ ἐσῆλθʼ ἀθυμία;