Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- βέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλον
- πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
- ἔα·
- ὦ πρέσβυ, λεύσσω τἀμὰ φίλτατʼ· ἢ τί φῶ;
- οὐκ οἶδα, θύγατερ· ἀφασία δὲ κἄμʼ ἔχει.
- ὅδʼ ἐστὶν ὃν γῆς νέρθεν εἰσηκούομεν,
- εἰ μή γʼ ὄνειρον ἐν φάει τι λεύσσομεν.
- τί φημί; ποῖʼ ὄνειρα κηραίνουσʼ ὁρῶ;
- οὐκ ἔσθʼ ὅδʼ ἄλλος ἀντὶ σοῦ παιδός, γέρον.
- δεῦρʼ, ὦ τέκνʼ, ἐκκρίμνασθε πατρῴων πέπλων,
- ἴτʼ ἐγκονεῖτε, μὴ μεθῆτʼ, ἐπεὶ Διὸς
- σωτῆρος ὑμῖν οὐδέν ἐσθʼ ὅδʼ ὕστερος.
- ὦ χαῖρε, μέλαθρον πρόπυλά θʼ ἑστίας ἐμῆς,