Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·
- κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
- σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·
- ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼν
- αὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖν
- μέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις.
- καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
- θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει.
- ἀλλʼ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,
- τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε,
- ἐξ ἡμέρας ἐς νύκτα μὴ λυπούμενοι.
- ὡς ἐλπίδας μὲν ὁ χρόνος οὐκ ἐπίσταται
- σῴζειν, τὸ δʼ αὑτοῦ σπουδάσας διέπτατο.
- ὁρᾶτʼ ἔμʼ ὅσπερ ἦ περίβλεπτος βροτοῖς
- ὀνομαστὰ πράσσων, καί μʼ ἀφείλεθʼ ἡ τύχη
- ὥσπερ πτερὸν πρὸς αἰθέρʼ ἡμέρᾳ μιᾷ.
- ὁ δʼ ὄλβος ὁ μέγας ἥ τε δόξʼ οὐκ οἶδʼ ὅτῳ
- βέβαιός ἐστι. χαίρετʼ· ἄνδρα γὰρ φίλον
- πανύστατον νῦν, ἥλικες, δεδόρκατε.
- ἔα·