Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Ἅιδην νομίζων πενθερόν, κῆδος πατρός.
  2. ὤμοι, τίνʼ ὑμῶν πρῶτον ἢ τίνʼ ὕστατον
  3. πρὸς στέρνα θῶμαι; τῷ προσαρμόσω στόμα;
  4. τίνος λάβωμαι; πῶς ἂν ὡς ξουθόπτερος
  5. μέλισσα συνενέγκαιμʼ ἂν ἐκ πάντων γόους,
  6. ἐς ἓν δʼ ἐνεγκοῦσʼ ἀθρόον ἀποδοίην δάκρυ;
  7. ὦ φίλτατʼ, εἴ τις φθόγγος εἰσακούεται
  8. θνητῶν παρʼ Ἅιδῃ, σοὶ τάδʼ, Ἡράκλεις, λέγω·
  9. θνῄσκει πατὴρ σὸς καὶ τέκνʼ, ὄλλυμαι δʼ ἐγώ,
  10. ἣ πρὶν μακαρία διὰ σʼ ἐκλῃζόμην βροτοῖς.
  11. ἄρηξον, ἐλθέ· καὶ σκιὰ φάνηθί μοι·
  12. ἅλις γὰρ ἐλθὼν κἂν ὄναρ γένοιο σύ·
  13. κακοὶ γάρ εἰσιν οἳ τέκνα κτείνουσι σά.
Ἀμφιτρύων
  1. σὺ μὲν τὰ νέρθεν εὐτρεπῆ ποιοῦ, γύναι·
  2. ἐγὼ δὲ σέ, ὦ Ζεῦ, χεῖρʼ ἐς οὐρανὸν δικὼν
  3. αὐδῶ, τέκνοισιν εἴ τι τοισίδʼ ὠφελεῖν
  4. μέλλεις, ἀμύνειν, ὡς τάχʼ οὐδὲν ἀρκέσεις.
  5. καίτοι κέκλησαι πολλάκις· μάτην πονῶ·
  6. θανεῖν γάρ, ὡς ἔοικʼ, ἀναγκαίως ἔχει.
  7. ἀλλʼ, ὦ γέροντες, μικρὰ μὲν τὰ τοῦ βίου,
  8. τοῦτον δʼ ὅπως ἥδιστα διαπεράσετε,