Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εὐτυχῆ διῆλθε· τόν τε
  2. πολυδάκρυον ἔπλευσʼ ἐς Ἅι-
  3. δαν, πόνων τελευτάν,
  4. ἵνʼ ἐκπεραίνει τάλας
  5. βίοτον, οὐδʼ ἔβα πάλιν.
  6. στέγαι δʼ ἔρημοι φίλων,
  7. τὰν δʼ ἀνόστιμον τέκνων
  8. Χάρωνος ἐπιμένει πλάτα
  9. βίου κέλευθον ἄθεον ἄδι-
  10. κον· ἐς δὲ σὰς χέρας βλέπει
  11. δώματʼ οὐ παρόντος.
Χορός
  1. —εἰ δʼ ἐγὼ σθένος ἥβων
  2. δόρυ τʼ ἔπαλλον ἐν αἰχμᾷ,
  3. Καδμείων τε σύνηβοι,
  4. τέκεσιν ἂν προπαρέσταν
  5. ἀλκᾷ· νῦν δʼ ἀπολείπομαι
  6. τᾶς εὐδαίμονος ἥβας.
Χορός
  1. —ἀλλʼ ἐσορῶ γὰρ τούσδε φθιμένων
  2. ἔνδυτʼ ἔχοντας, τοὺς τοῦ μεγάλου
  3. δή ποτε παῖδας τὸ πρὶν Ἡρακλέους,