Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κἄμʼ — εἴ τι δὴ χρὴ κἄμʼ ἐν ἀνδράσιν λέγειν
  2. γέροντʼ ἀχρεῖον — μή ποθʼ οἵδʼ ἠνδρωμένοι
  3. μήτρωσιν ἐκπράξωσιν αἵματος δίκην.
  4. ἐγὼ δέ — λείπει γάρ με τοῖσδʼ ἐν δώμασιν
  5. τροφὸν τέκνων οἰκουρόν, ἡνίκα χθονὸς
  6. μέλαιναν ὄρφνην εἰσέβαινε, παῖς ἐμός —
  7. σὺν μητρί, τέκνα μὴ θάνωσʼ Ἡρακλέους,
  8. βωμὸν καθίζω τόνδε σωτῆρος Διός,
  9. ὃν καλλινίκου δορὸς ἄγαλμʼ ἱδρύσατο
  10. Μινύας κρατήσας οὑμὸς εὐγενὴς τόκος.
  11. πάντων δὲ χρεῖοι τάσδʼ ἕδρας φυλάσσομεν,
  12. σίτων ποτῶν ἐσθῆτος, ἀστρώτῳ πέδῳ
  13. πλευρὰς τιθέντες· ἐκ γὰρ ἐσφραγισμένοι
  14. δόμων καθήμεθʼ ἀπορίᾳ σωτηρίας.
  15. φίλων δὲ τοὺς μὲν οὐ σαφεῖς ὁρῶ φίλους,
  16. οἳ δʼ ὄντες ὀρθῶς ἀδύνατοι προσωφελεῖν.
  17. τοιοῦτον ἀνθρώποισιν ἡ δυσπραξία·
  18. ἧς μήποθʼ ὅστις καὶ μέσως εὔνους ἐμοὶ
  19. τύχοι, φίλων ἔλεγχον ἀψευδέστατον.
Μεγάρα
  1. ὦ πρέσβυ, Ταφίων ὅς ποτʼ ἐξεῖλες πόλιν