Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὦ Ζεῦ, μάτην ἄρʼ ὁμόγαμόν σʼ ἐκτησάμην,
  2. μάτην δὲ παιδὸς κοινεῶνʼ ἐκλῄζομεν·
  3. σὺ δʼ ἦσθʼ ἄρʼ ἥσσων ἢ ʼδόκεις εἶναι φίλος.
  4. ἀρετῇ σε νικῶ θνητὸς ὢν θεὸν μέγαν·
  5. παῖδας γὰρ οὐ προύδωκα τοὺς Ἡρακλέους.
  6. σὺ δʼ ἐς μὲν εὐνὰς κρύφιος ἠπίστω μολεῖν,
  7. τἀλλότρια λέκτρα δόντος οὐδενὸς λαβών,
  8. σῴζειν δὲ τοὺς σοὺς οὐκ ἐπίστασαι φίλους.
  9. ἀμαθής τις εἶ θεός, ἢ δίκαιος οὐκ ἔφυς.
Χορός
  1. —αἲ Λίνον μὲν ἐπʼ εὐτυχεῖ
  2. μολπᾷ Φοῖβος ἰαχεῖ
  3. τὸν κάλλει φθιτόν, κιθάραν
  4. ἐλαύνων πλήκτρῳ χρυσέῳ·
  5. ἐγὼ δὲ τὸν γᾶς ἐνέρων τʼ
  6. ἐς ὄρφναν μολόντα, παῖδʼ
  7. εἴτε Διός νιν εἴπω,
  8. εἴτʼ Ἀμφιτρύωνος ἶνιν,
  9. ὑμνῆσαι στεφάνωμα μό-
  10. χθων διʼ εὐλογίας θέλω.
  11. γενναίων δʼ ἀρεταὶ πόνων