Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον.
  2. τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως.
  3. προκαλούμεθʼ εὐγένειαν, ὦ γέρον, σέθεν·
  4. τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,
  5. πρόθυμός ἐστιν, ἡ προθυμία δʼ ἄφρων·
  6. ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
Χορός
  1. εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
  2. ἦν τίς σʼ ὑβρίζων, ῥᾳδίως ἐπαύσατʼ ἄν·
  3. νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
  4. ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων.
Ἀμφιτρύων
  1. οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
  2. θανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαι
  3. σῷσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν.
  4. ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρη
  5. κεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο.
  6. μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·
  7. κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος,
  8. ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν,
  9. ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα
  10. πατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ,
  11. πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.