Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἥκιστα· φεύγειν σκαιὸν ἄνδρʼ ἐχθρὸν χρεών,
  2. σοφοῖσι δʼ εἴκειν καὶ τεθραμμένοις καλῶς·
  3. ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλʼ ἂν τέμοις.
  4. ἤδη δʼ ἐσῆλθέ μʼ εἰ παραιτησαίμεθα
  5. φυγὰς τέκνων τῶνδʼ· ἀλλὰ καὶ τόδʼ ἄθλιον,
  6. πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν·
  7. ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοις
  8. ἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον.
  9. τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως.
  10. προκαλούμεθʼ εὐγένειαν, ὦ γέρον, σέθεν·
  11. τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,
  12. πρόθυμός ἐστιν, ἡ προθυμία δʼ ἄφρων·
  13. ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.
Χορός
  1. εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνων
  2. ἦν τίς σʼ ὑβρίζων, ῥᾳδίως ἐπαύσατʼ ἄν·
  3. νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖν
  4. ὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων.
Ἀμφιτρύων
  1. οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθος
  2. θανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαι
  3. σῷσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν.