Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τοὺς Ἡρακλείους παῖδας, ἀλλὰ καὶ δόμου
  2. τύχας, ὅταν πάσχῃ τι, μεμνήσεσθε δὲ
  3. δοῦλοι γεγῶτες τῆς ἐμῆς τυραννίδος.
Χορός
  1. — ὦ γῆς λοχεύμαθʼ, οὓς Ἄρης σπείρει ποτὲ
  2. λάβρον δράκοντος ἐξερημώσας γένυν,
  3. οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα,
  4. ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρα
  5. καθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢν
  6. ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;
  7. ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.