Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. εἰ δειλίας σῆς κατθανούμεθʼ εἵνεκα,
  2. ὃ χρῆν σʼ ὑφʼ ἡμῶν τῶν ἀμεινόνων παθεῖν,
  3. εἰ Ζεὺς δικαίας εἶχεν εἰς ἡμᾶς φρένας.
  4. εἰ δʼ οὖν ἔχειν γῆς σκῆπτρα τῆσδʼ αὐτὸς θέλεις,
  5. ἔασον ἡμᾶς φυγάδας ἐξελθεῖν χθονός·
  6. βίᾳ δὲ δράσῃς μηδέν, ἢ πείσῃ βίαν,
  7. ὅταν θεοῦ σοι πνεῦμα μεταβαλὸν τύχῃ.
  8. φεῦ·
  9. ὦ γαῖα Κάδμου· καὶ γὰρ ἐς σὲ ἀφίξομαι
  10. λόγους ὀνειδιστῆρας ἐνδατούμενος·