Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας,
- θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι
- θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·
- ὅσοι δὲ τόξοις χεῖρʼ ἔχουσιν εὔστοχον,
- ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς
- ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,
- ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεται
- τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν
- τὸ σῶμά τʼ οὐ δίδωσι τοῖς ἐναντίοις,
- ἐν εὐφυλάκτῳ δʼ ἐστί· τοῦτο δʼ ἐν μάχῃ
- σοφὸν μάλιστα, δρῶντα πολεμίους κακῶς
- σῴζειν τὸ σῶμα, μὴ ʼκ τύχης ὡρμισμένον.
- λόγοι μὲν οἵδε τοῖσι σοῖς ἐναντίαν