Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων
  2. καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς
  3. αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας,
  4. θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι
  5. θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·
  6. ὅσοι δὲ τόξοις χεῖρʼ ἔχουσιν εὔστοχον,
  7. ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς
  8. ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,
  9. ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεται
  10. τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν