Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τὸν καλλίνικον μετὰ θεῶν ἐκώμασεν·
  2. τετρασκελές θʼ ὕβρισμα, Κενταύρων γένος,
  3. Φολόην ἐπελθών, ὦ κάκιστε βασιλέων,
  4. ἐροῦ τίνʼ ἄνδρʼ ἄριστον ἐγκρίνειαν ἄν,
  5. ἢ οὐ παῖδα τὸν ἐμόν, ὃν σὺ φῂς εἶναι δοκεῖν.
  6. Δίρφυν τʼ ἐρωτῶν ἥ σʼ ἔθρεψʼ Ἀβαντίδα ---
  7. οὐκ ἄν σʼ ἐπαινέσειεν· οὐ γὰρ ἔσθʼ ὅπου
  8. ἐσθλόν τι δράσας μάρτυρʼ ἂν λάβοις πάτραν.
  9. τὸ πάνσοφον δʼ εὕρημα, τοξήρη σαγήν,
  10. μέμφῃ· κλύων νῦν τἀπʼ ἐμοῦ σοφὸς γενοῦ.
  11. ἀνὴρ ὁπλίτης δοῦλός ἐστι τῶν ὅπλων
  12. καὶ τοῖσι συνταχθεῖσιν οὖσι μὴ ἀγαθοῖς
  13. αὐτὸς τέθνηκε δειλίᾳ τῇ τῶν πέλας,
  14. θραύσας τε λόγχην οὐκ ἔχει τῷ σώματι
  15. θάνατον ἀμῦναι, μίαν ἔχων ἀλκὴν μόνον·
  16. ὅσοι δὲ τόξοις χεῖρʼ ἔχουσιν εὔστοχον,
  17. ἓν μὲν τὸ λῷστον, μυρίους οἰστοὺς ἀφεὶς
  18. ἄλλοις τὸ σῶμα ῥύεται μὴ κατθανεῖν,
  19. ἑκὰς δʼ ἀφεστὼς πολεμίους ἀμύνεται
  20. τυφλοῖς ὁρῶντας οὐτάσας τοξεύμασιν