Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,
  2. εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότης
  3. ὑμῶν καθέστηχʼ, ἱστορεῖν ἃ βούλομαι.
  4. τίνʼ ἐς χρόνον ζητεῖτε μηκῦναι βίον;
  5. τίνʼ ἐλπίδʼ ἀλκήν τʼ εἰσορᾶτε μὴ θανεῖν;
  6. ἢ τὸν παρʼ Ἅιδῃ πατέρα τῶνδε κείμενον
  7. πιστεύεθʼ ἥξειν; ὡς ὑπὲρ τὴν ἀξίαν
  8. τὸ πένθος αἴρεσθʼ, εἰ θανεῖν ὑμᾶς χρεών,
  9. σὺ μὲν καθʼ Ἑλλάδʼ ἐκβαλὼν κόμπους κενούς,
  10. ὡς σύγγαμός σοι Ζεὺς τέκνου τε κοινεών,
  11. σὺ δʼ ὡς ἀρίστου φωτὸς ἐκλήθης δάμαρ.
  12. τί δὴ τὸ σεμνὸν σῷ κατείργασται πόσει,
  13. ὕδραν ἕλειον εἰ διώλεσε κτανὼν
  14. ἢ τὸν Νέμειον θῆρα; ὃν ἐν βρόχοις ἑλὼν
  15. βραχίονός φησʼ ἀγχόναισιν ἐξελεῖν.
  16. τοῖσδʼ ἐξαγωνίζεσθε; τῶνδʼ ἄρʼ οὕνεκα
  17. τοὺς Ἡρακλείους παῖδας οὐ θνῄσκειν χρεών;
  18. ὃς ἔσχε δόξαν οὐδὲν ὢν εὐψυχίας
  19. θηρῶν ἐν αἰχμῇ, τἄλλα δʼ οὐδὲν ἄλκιμος,
  20. ὃς οὔποτʼ ἀσπίδʼ ἔσχε πρὸς λαιᾷ χερὶ