Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. λύπῃ τι παίδων μὴ πάθω μονούμενος.
  2. ὦ γαῖα Κάδμου πᾶς τε Θηβαῖος λεώς,
  3. κείρασθε, συμπενθήσατʼ, ἔλθετʼ ἐς τάφον
  4. παίδων· ἅπαντας δʼ ἑνὶ λόγῳ πενθήσετε
  5. νεκρούς τε κἀμέ· πάντες ἐξολώλαμεν
  6. Ἥρας μιᾷ πληγέντες ἄθλιοι τύχῃ.
Θησεύς
  1. ἀνίστασʼ, ὦ δύστηνε· δακρύων δʼ ἅλις.
Ἡρακλῆς
  1. οὐκ ἂν δυναίμην· ἄρθρα γὰρ πέπηγέ μου.