Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. θυσίαισι λαΐνοισί τʼ ἐξογκώμασι
  2. τίμιον ἀνάξει πᾶσʼ Ἀθηναίων πόλις.
  3. καλὸς γὰρ ἀστοῖς στέφανος Ἑλλήνων ὕπο
  4. ἄνδρʼ ἐσθλὸν ὠφελοῦντας εὐκλείας τυχεῖν.
  5. κἀγὼ χάριν σοι τῆς ἐμῆς σωτηρίας
  6. τήνδʼ ἀντιδώσω· νῦν γὰρ εἶ χρεῖος φίλων.
  7. θεοὶ δʼ ὅταν τιμῶσιν, οὐδὲν δεῖ φίλων·
  8. ἅλις γὰρ ὁ θεὸς ὠφελῶν, ὅταν θέλῃ.
Ἡρακλῆς
  1. οἴμοι· πάρεργα μὲν τάδʼ ἔστʼ ἐμῶν κακῶν,
  2. ἐγὼ δὲ τοὺς θεοὺς οὔτε λέκτρʼ ἃ μὴ θέμις
  3. στέργειν νομίζω, δεσμά τʼ ἐξάπτειν χεροῖν
  4. οὔτʼ ἠξίωσα πώποτʼ οὔτε πείσομαι,
  5. οὐδʼ ἄλλον ἄλλου δεσπότην πεφυκέναι.