Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δοκεῖς ἀπειλῶν σῶν μέλειν τι δαίμοσιν;
- αὔθαδες ὁ θεός, πρὸς δὲ τοὺς θεοὺς ἐγώ.
- ἴσχε στόμʼ, ὡς μὴ μέγα λέγων μεῖζον πάθῃς.
- γέμω κακῶν δή, κοὐκέτʼ ἔσθʼ ὅπῃ τεθῇ.
- δράσεις δὲ δὴ τί; ποῖ φέρῃ θυμούμενος;
- θανών, ὅθενπερ ἦλθον, εἶμι γῆς ὕπο.
- εἴρηκας ἐπιτυχόντος ἀνθρώπου λόγους.
- σὺ δʼ ἐκτὸς ὤν γε συμφορᾶς με νουθετεῖς.
- ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;
- οὐκ οὖν τοσαῦτά γʼ, εἰ μέτρῳ μοχθητέον.
- εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;
- οἱ δʼ οὐδὲν ὠφελοῦσί μʼ, ἀλλʼ Ἥρα κρατεῖ.
- οὐκ ἄν σʼ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίᾳ θανεῖν.