Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀνέντες ὡς βάρος φέρον
  2. τροχηλάτοιο πώλου .
  3. λαβοῦ χερῶν καὶ πέπλων,
  4. ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος·
  5. γέρων γέροντα παρακόμιζʼ,
  6. ᾧ ξύνοπλα δόρατα νέα νέῳ
  7. τὸ πάρος ἐν ἡλίκων πόνοις
  8. ξυνῆν ποτʼ, εὐκλεεστάτας
Χορός
  1. —ἴδετε, πατέρος ὡς γορ-
  2. γῶπες αἵδε προσφερεῖς
  3. ὀμμάτων αὐγαί,
  4. τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων
  5. οὐδʼ ἀποίχεται χάρις.
  6. Ἑλλὰς ὦ ξυμμάχους
  7. οἵους οἵους ὀλέσα-
  8. σα τούσδʼ ἀποστερήσῃ.
Χορός
  1. —ἀλλʼ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς
  2. Λύκον περῶντα τῶνδε δωμάτων πέλας.
Λύκος
  1. τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,
  2. εἰ χρή μʼ, ἐρωτῶ· χρὴ δʼ, ἐπεί γε δεσπότης