Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. οὐδεὶς σκότος γὰρ ὧδʼ ἔχει μέλαν νέφος,
  2. ὅστις κακῶν σῶν συμφορὰν κρύψειεν ἄν.
  3. τί μοι προσείων χεῖρα σημαίνεις φόνον;
  4. ὡς μὴ μύσος με σῶν βάλῃ προσφθεγμάτων;
  5. οὐδὲν μέλει μοι σύν γε σοὶ πράσσειν κακῶς·
  6. καὶ γάρ ποτʼ εὐτύχησα. ἐκεῖσʼ ἀνοιστέον,
  7. ὅτʼ ἐξέσῳσάς μʼ ἐς φάος νεκρῶν πάρα.
  8. χάριν δὲ γηράσκουσαν ἐχθαίρω φίλων,
  9. καὶ τῶν καλῶν μὲν ὅστις ἀπολαύειν θέλει,
  10. συμπλεῖν δὲ τοῖς φίλοισι δυστυχοῦσιν οὔ.
  11. ἀνίστασʼ, ἐκκάλυψον ἄθλιον κάρα,
  12. βλέψον πρὸς ἡμᾶς. ὅστις εὐγενὴς βροτῶν,
  13. φέρει τά γʼ ἐκ θεῶν πτώματʼ οὐδʼ ἀναίνεται.