Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. λέπας ζυγηφόρον πῶλον
  2. ἀνέντες ὡς βάρος φέρον
  3. τροχηλάτοιο πώλου .
  4. λαβοῦ χερῶν καὶ πέπλων,
  5. ὅτου λέλοιπε ποδὸς ἀμαυρὸν ἴχνος·
  6. γέρων γέροντα παρακόμιζʼ,
  7. ᾧ ξύνοπλα δόρατα νέα νέῳ
  8. τὸ πάρος ἐν ἡλίκων πόνοις
  9. ξυνῆν ποτʼ, εὐκλεεστάτας
Χορός
  1. —ἴδετε, πατέρος ὡς γορ-
  2. γῶπες αἵδε προσφερεῖς
  3. ὀμμάτων αὐγαί,
  4. τὸ δὲ κακοτυχὲς οὐ λέλοιπεν ἐκ τέκνων
  5. οὐδʼ ἀποίχεται χάρις.
  6. Ἑλλὰς ὦ ξυμμάχους
  7. οἵους οἵους ὀλέσα-
  8. σα τούσδʼ ἀποστερήσῃ.
Χορός
  1. —ἀλλʼ εἰσορῶ γὰρ τῆσδε κοίρανον χθονὸς
  2. Λύκον περῶντα τῶνδε δωμάτων πέλας.
Λύκος
  1. τὸν Ἡράκλειον πατέρα καὶ ξυνάορον,