Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- μαινομένῳ πιτύλῳ πλαγχθεὶς
- ἑκατογκεφάλου τε βαφαῖς ὕδρας.
- Ἥρας ὅδʼ ἁγών· τίς δʼ ὅδʼ οὑν νεκροῖς, γέρον;
- ἐμὸς ἐμὸς ὅδε γόνος ὁ πολύπονος, ὃς ἐπὶ
- δόρυ γιγαντοφόνον ἦλθεν σὺν θεοῖ-
- σι Φλεγραῖον ἐς πεδίον ἀσπιστάς.
- φεῦ φεῦ· τίς ἀνδρῶν ὧδε δυσδαίμων ἔφυ;
- οὐκ ἂν εἰδείης ἕτερον
- πολυμοχθότερον πολυπλαγκτότερόν
- τε θνατῶν.
- τί γὰρ πέπλοισιν ἄθλιον κρύπτει κάρα;
- αἰδόμενος τὸ σὸν ὄμμα
- καὶ φιλίαν ὁμόφυλον