Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν
- ὕστερος ἀφῖγμαι; τίς τάδʼ ἔκτεινεν τέκνα;
- τίνος γεγῶσαν τήνδʼ ὁρῶ ξυνάορον;
- οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,
- ἀλλʼ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.
- ὦ τὸν ἐλαιοφόρον ὄχθον ἔχων ἄναξ ---
- τί χρῆμά μʼ οἰκτροῖς ἐκάλεσας προοιμίοις;
- ἐπάθομεν πάθεα μέλεα πρὸς θεῶν.
- οἱ παῖδες οἵδε τίνες, ἐφʼ οἷς δακρυρροεῖς;
- ἔτεκε μέν νιν οὑμὸς ἶνις τάλας,