Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. Θησεὺς ὅδʼ ἕρπει συγγενὴς φίλος τʼ ἐμός.
  2. ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος
  3. ἐς ὄμμαθʼ ἥξει φιλτάτῳ ξένων ἐμῶν.
  4. οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν
  5. εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;
  6. φέρʼ --- ἄν τι κρατὶ περιβάλω σκότον.
  7. αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς·
  8. καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν
  9. οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.
Θησεύς
  1. ἥκω σὺν ἄλλοις, οἳ παρʼ Ἀσωποῦ ῥοὰς
  2. μένουσιν, ἔνοπλοι γῆς Ἀθηναίων κόροι,
  3. σῷ παιδί, πρέσβυ, σύμμαχον φέρων δόρυ.
  4. κληδὼν γὰρ ἦλθεν εἰς Ἐρεχθειδῶν πόλιν
  5. ὡς σκῆπτρα χώρας τῆσδʼ ἀναρπάσας Λύκος
  6. ἐς πόλεμον ὑμῖν καὶ μάχην καθίσταται.
  7. τίνων δʼ ἀμοιβὰς ὧν ὑπῆρξεν Ἡρακλῆς
  8. σῴσας με νέρθεν, ἦλθον, εἴ τι δεῖ, γέρον,
  9. ἢ χειρὸς ὑμᾶς τῆς ἐμῆς ἢ συμμάχων.
  10. ἔα·
  11. τί νεκρῶν τῶνδε πληθύει πέδον;
  12. οὔ που λέλειμμαι καὶ νεωτέρων κακῶν
  13. ὕστερος ἀφῖγμαι; τίς τάδʼ ἔκτεινεν τέκνα;
  14. τίνος γεγῶσαν τήνδʼ ὁρῶ ξυνάορον;
  15. οὐ γὰρ δορός γε παῖδες ἵστανται πέλας,
  16. ἀλλʼ ἄλλο πού τι καινὸν εὑρίσκω κακόν.