Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ποῦ δʼ οἶστρος ἡμᾶς ἔλαβε; ποῦ διώλεσεν;
Ἀμφιτρύων
  1. ὅτʼ ἀμφὶ βωμὸν χεῖρας ἡγνίζου πυρί.
Ἡρακλῆς
  1. οἴμοι· τί δῆτα φείδομαι ψυχῆς ἐμῆς
  2. τῶν φιλτάτων μοι γενόμενος παίδων φονεύς;
  3. κοὐκ εἶμι πέτρας λισσάδος πρὸς ἅλματα
  4. ἢ φάσγανον πρὸς ἧπαρ ἐξακοντίσας
  5. τέκνοις δικαστὴς αἵματος γενήσομαι;
  6. ἢ σάρκα τὴν ἔμηνεν ἐμπρήσας πυρί,
  7. δύσκλειαν ἣ μένει μʼ ἀπώσομαι βίου;
  8. ἀλλʼ ἐμποδών μοι θανασίμων βουλευμάτων
  9. Θησεὺς ὅδʼ ἕρπει συγγενὴς φίλος τʼ ἐμός.
  10. ὀφθησόμεσθα, καὶ τεκνοκτόνον μύσος
  11. ἐς ὄμμαθʼ ἥξει φιλτάτῳ ξένων ἐμῶν.
  12. οἴμοι, τί δράσω; ποῖ κακῶν ἐρημίαν
  13. εὕρω, πτερωτὸς ἢ κατὰ χθονὸς μολών;
  14. φέρʼ --- ἄν τι κρατὶ περιβάλω σκότον.
  15. αἰσχύνομαι γὰρ τοῖς δεδραμένοις κακοῖς·
  16. καὶ τῶνδε προστρόπαιον αἷμα προσλαβὼν
  17. οὐδὲν κακῶσαι τοὺς ἀναιτίους θέλω.
Θησεύς
  1. ἥκω σὺν ἄλλοις, οἳ παρʼ Ἀσωποῦ ῥοὰς