Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- καὶ τόν γε δήσαντʼ εἴπʼ· ἀναινόμεσθα γάρ.
- τοσοῦτον ἴσθι τῶν κακῶν· τὰ δʼ ἄλλʼ ἔα.
- ἀρκεῖ σιωπὴ γὰρ μαθεῖν ὃ βούλομαι;
- ὦ Ζεῦ, παρʼ Ἥρας ἆρʼ ὁρᾷς θρόνων τάδε;
- ἀλλʼ ἦ τι κεῖθεν πολέμιον πεπόνθαμεν;
- τὴν θεὸν ἐάσας τὰ σὰ περιστέλλου κακά.
- ἀπωλόμεσθα· συμφορὰν λέξεις τινά.
- ἰδού, θέασαι τάδε τέκνων πεσήματα.
- οἴμοι· τίνʼ ὄψιν τήνδε δέρκομαι τάλας;
- ἀπόλεμον, ὦ παῖ, πόλεμον ἔσπευσας τέκνοις.