Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. πτερωτά τʼ ἔγχη· τόξα δʼ ἔσπαρται πέδῳ,
  2. ἃ πρὶν παρασπίζοντʼ ἐμοῖς βραχίοσιν
  3. ἔσῳζε πλευρὰς ἐξ ἐμοῦ τʼ ἐσῴζετο.
  4. οὔ που κατῆλθον αὖθις εἰς Ἅιδου πάλιν,
  5. Εὐρυσθέως δίαυλον; εἰς Ἅιδου; πόθεν;
  6. ἀλλʼ οὔτε Σισύφειον εἰσορῶ πέτρον
  7. Πλούτωνά τʼ, οὐδὲ σκῆπτρα Δήμητρος κόρης.
  8. ἔκ τοι πέπληγμαι· ποῦ ποτʼ ὢν ἀμηχανῶ;
  9. ὠή, τίς ἐγγὺς ἢ πρόσω φίλων ἐμῶν,
  10. δύσγνοιαν ὅστις τὴν ἐμὴν ἰάσεται;
  11. σαφῶς γὰρ οὐδὲν οἶδα τῶν εἰωθότων.
Ἀμφιτρύων
  1. γέροντες, ἔλθω τῶν ἐμῶν κακῶν πέλας;
Χορός
  1. κἀγώ γε σὺν σοί, μὴ προδοὺς τὰς συμφοράς.
Ἡρακλῆς
  1. πάτερ, τί κλαίεις καὶ συναμπίσχῃ κόρας,
  2. τοῦ φιλτάτου σοι τηλόθεν παιδὸς βεβώς;
Ἀμφιτρύων
  1. ὦ τέκνον· εἶ γὰρ καὶ κακῶς πράσσων ἐμός.
Ἡρακλῆς
  1. πράσσω δʼ ἐγὼ τί λυπρόν, οὗ δακρυρροεῖς;
Ἀμφιτρύων
  1. ἃ κἂν θεῶν τις, εἰ μάθοι, καταστένοι.
Ἡρακλῆς
  1. μέγας γʼ ὁ κόμπος, τὴν τύχην δʼ οὔπω λέγεις.
Ἀμφιτρύων
  1. ὁρᾷς γὰρ αὐτός, εἰ φρονῶν ἤδη κυρεῖς.
Ἡρακλῆς
  1. εἴπʼ, εἴ τι καινὸν ὑπογράφῃ τὠμῷ βίῳ.