Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ὕπνον γʼ ἄυπνον ὀλόμενον, ὃς ἔκανεν ἄλοχον,
  2. ἔκανε δὲ τέκεα, τοξήρει ψαλμῷ τοξεύσας.
Χορός
  1. στέναζέ νυν —
Ἀμφιτρύων
  1. στενάζω.
Χορός
  1. τέκνων ὄλεθρον —
Ἀμφιτρύων
  1. ὤμοι.
Χορός
  1. σέθεν τε παιδὸς —
Ἀμφιτρύων
  1. αἰαῖ.
Χορός
  1. ὦ πρέσβυ ---
Ἀμφιτρύων
  1. σῖγα σῖγα·
  2. παλίντροπος ἐξεγειρόμενος στρέφεται· φέρε,
  3. ἀπόκρυφον δέμας ὑπὸ μέλαθρον κρύψω.
Χορός
  1. θάρσει· νὺξ ἔχει βλέφαρα παιδὶ σῷ.