Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. παῖδας φονεύσας καὶ δάμαρτʼ. ἐγὼ μὲν οὖν
  2. οὐκ οἶδα θνητῶν ὅστις ἀθλιώτερος.
Χορός
  1. —ὁ φόνος ἦν ὃν Ἀργολὶς ἔχει πέτρα
  2. τότε μὲν περισαμότατος καὶ ἄπιστος Ἑλλάδι
  3. τῶν Δαναοῦ παίδων· τάδε δʼ ὑπερέβαλε, παρ-
  4. έδραμε τὰ τότε κακὰ --- τάλανι διογενεῖ κόρῳ.
  5. —μονοτέκνου Πρόκνης φόνον ἔχω λέξαι
  6. θυόμενον Μούσαις· σὺ δὲ τέκνα τρίγονʼ, ὦ
  7. δάιε, τεκόμενος, λυσσάδι συγκατειργάσω μοίρᾳ.
  8. —αἰαῖ, τίνα στεναγμὸν
  9. ἢ γόον ἢ φθιτῶν
  10. ᾠδάν, ἢ τὸν Ἅιδα χορὸν ἀχήσω;
  11. —φεῦ φεῦ·
  12. ἴδεσθε, διάνδιχα κλῇθρα
  13. κλίνεται ὑψιπύλων δόμων.
  14. —ἰώ μοι·
  15. ἴδεσθε δὲ τέκνα πρὸ πατρὸς
  16. ἄθλια κείμενα δυστάνου,
  17. εὕδοντος ὕπνον δεινὸν ἐκ παίδων φόνου.
  18. —περὶ δὲ δεσμὰ καὶ πολύβροχʼ ἁμμάτων