Heracles

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.
  2. κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,
  3. καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει·
  4. οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς.
  5. ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα.
  6. οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι
  7. πέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ.
Χορός
  1. —ὑπώροφα μέλαθρα καὶ
  2. γεραιὰ δέμνιʼ, ἀμφὶ βάκτροις
  3. ἔρεισμα θέμενος, ἐστάλην
  4. ἰηλέμων γόων ἀοι-
  5. δὸς ὥστε πολιὸς ὄρνις,
  6. ἔπεα μόνον καὶ δόκη-
  7. μα νυκτερωπὸν ἐννύχων ὀνείρων,
  8. τρομερὰ μέν, ἀλλʼ ὅμως πρόθυμʼ.
  9. ὦ τέκεα, τέκεα πατρὸς ἀπάτορʼ,
  10. ὦ γεραιὲ σύ τε τάλαινα μᾶ-
  11. τερ, ἃ τὸν Ἀίδα δόμοις
  12. πόσιν ἀναστενάζεις.
Χορός
  1. —μὴ προκάμητε πόδα βαρύ τε