Heracles
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- κλέπτουσα μύθοις ἀθλίους κλοπὰς ὅμως.
- κάμνουσι γάρ τοι καὶ βροτῶν αἱ συμφοραί,
- καὶ πνεύματʼ ἀνέμων οὐκ ἀεὶ ῥώμην ἔχει·
- οἵ τʼ εὐτυχοῦντες διὰ τέλους οὐκ εὐτυχεῖς.
- ἐξίσταται γὰρ πάντʼ ἀπʼ ἀλλήλων δίχα.
- οὗτος δʼ ἀνὴρ ἄριστος ὅστις ἐλπίσι
- πέποιθεν αἰεί· τὸ δʼ ἀπορεῖν ἀνδρὸς κακοῦ.
- —ὑπώροφα μέλαθρα καὶ
- γεραιὰ δέμνιʼ, ἀμφὶ βάκτροις
- ἔρεισμα θέμενος, ἐστάλην