The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ὄσσων ἐλαύνουσʼ οἰκτρὸν ἐς γαῖαν δάκρυ,
- κουραί τε καὶ πεπλώματʼ οὐ θεωρικά.
- τί ταῦτα, μῆτερ; σὸν τὸ μηνύειν ἐμοί,
- ἡμῶν δʼ ἀκούειν· προσδοκῶ τι γὰρ νέον.
- ὦ παῖ, γυναῖκες αἵδε μητέρες τέκνων
- τῶν κατθανόντων ἀμφὶ Καδμείας πύλας
- ἑπτὰ στρατηγῶν· ἱκεσίοις δὲ σὺν κλάδοις
- φρουροῦσί μʼ, ὡς δέδορκας, ἐν κύκλῳ, τέκνον.
- τίς δʼ ὁ στενάζων οἰκτρὸν ἐν πύλαις ὅδε;
- Ἄδραστος, ὡς λέγουσιν, Ἀργείων ἄναξ.
- οἱ δʼ ἀμφὶ τόνδε παῖδες; ἦ τούτων τέκνα;
- οὔκ, ἀλλὰ νεκρῶν τῶν ὀλωλότων κόροι.
- τί γὰρ πρὸς ἡμᾶς ἦλθον ἱκεσίᾳ χερί;
- οἶδʼ· ἀλλὰ τῶνδε μῦθος οὑντεῦθεν, τέκνον.
- σὲ τὸν κατήρη χλανιδίοις ἀνιστορῶ.
- λέγʼ ἐκκαλύψας κρᾶτα καὶ πάρες γόον·
- πέρας γὰρ οὐδὲν μὴ διὰ γλώσσης ἰόν.
- ὦ καλλίνικε γῆς Ἀθηναίων ἄναξ,
- Θησεῦ, σὸς ἱκέτης καὶ πόλεως ἥκω σέθεν.
- τί χρῆμα θηρῶν καὶ τίνος χρείαν ἔχων;