The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κενοὶ γὰρ οὗτοι τῶν τʼ ἀκουόντων λόγοι
  2. καὶ τοῦ λέγοντος, ὅστις ἐν μάχῃ βεβὼς
  3. λόγχης ἰούσης πρόσθεν ὀμμάτων πυκνῆς
  4. σαφῶς ἀπήγγειλʼ ὅστις ἐστὶν ἁγαθός.
  5. οὐκ ἂν δυναίμην οὔτʼ ἐρωτῆσαι τάδε
  6. οὔτʼ αὖ πιθέσθαι τοῖσι τολμῶσιν λέγειν·
  7. μόλις γὰρ ἄν τις αὐτὰ τἀναγκαῖʼ ὁρᾶν
  8. δύναιτʼ ἂν ἑστὼς πολεμίοις ἐναντίος.
Ἄδραστος
  1. ἄκουε δή νυν· καὶ γὰρ οὐκ ἄκοντί μοι
  2. δίδως ἔπαινον ὧν ἔγωγε βούλομαι
  3. φίλων ἀληθῆ καὶ δίκαιʼ εἰπεῖν πέρι.
  4. ὁρᾷς τὸν ἁβρόν, οὗ βέλος διέπτατο;
  5. Καπανεὺς ὅδʼ ἐστίν· ᾧ βίος μὲν ἦν πολύς,
  6. ἥκιστα δʼ ὄλβῳ γαῦρος ἦν· φρόνημα δὲ
  7. οὐδέν τι μεῖζον εἶχεν ἢ πένης ἀνήρ,
  8. φεύγων τραπέζαις ὅστις ἐξογκοῖτʼ ἄγαν
  9. τἀρκοῦντʼ ἀτίζων· οὐ γὰρ ἐν γαστρὸς βορᾷ
  10. τὸ χρηστὸν εἶναι, μέτρια δʼ ἐξαρκεῖν ἔφη.
  11. φίλοις τʼ ἀληθὴς ἦν φίλος, παροῦσί τε
  12. καὶ μὴ παροῦσιν· ὧν ἀριθμὸς οὐ πολύς.