The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ματέρες τάλαιναι τέκνων.
Χορός
  1. — κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ
  2. σποδὸν κάρᾳ κεχύμεθα.
Ἄδραστος
  1. ἰὼ ἰώ μοί μοι·
  2. κατά με πέδον γᾶς ἕλοι,
  3. διὰ δὲ θύελλα σπάσαι,
  4. πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.
Χορός
  1. — πικροὺς ἐσεῖδες γάμους,
  2. πικρὰν δὲ Φοίβου φάτιν·
  3. ἔρημά σʼ ἁ πολύστονος Οἰδιπόδα
  4. δώματα λιποῦσʼ ἦλθʼ Ἐρινύς.
Θησεύς
  1. μέλλων σʼ ἐρωτᾶν, ἡνίκʼ ἐξήντλεις στρατῷ
  2. γόους, ἀφήσω· τοὺς ἐκεῖ μὲν ἐκλιπὼν
  3. εἴασα μύθους, νῦν δʼ Ἄδραστον εἰσορῶ·
  4. πόθεν ποθʼ οἵδε διαπρεπεῖς εὐψυχίᾳ
  5. θνητῶν ἔφυσαν; εἰπέ γʼ ὡς σοφώτερος
  6. νέοισιν ἀστῶν τῶνδʼ· ἐπιστήμων γὰρ εἶ.
  7. εἶδον γὰρ αὐτῶν κρείσσονʼ ἢ λέξαι λόγῳ
  8. τολμήμαθʼ, οἷς ἤλπιζον αἱρήσειν πόλιν.
  9. ἓν δʼ οὐκ ἐρήσομαί σε, μὴ γέλωτʼ ὄφλω,