The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἀίετέ μου.
Χορός
  1. στένεις ἐπʼ ἀμφοῖν ἄχη.
Ἄδραστος
  1. εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.
Χορός
  1. — ἐμὸν δὲ μήποτʼ ἐζύγη
  2. δέμας ἐς ἀνδρὸς εὐνάν.
Ἄδραστος
  1. ἴδετε κακῶν πέλαγος, ὦ
  2. ματέρες τάλαιναι τέκνων.
Χορός
  1. — κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ
  2. σποδὸν κάρᾳ κεχύμεθα.
Ἄδραστος
  1. ἰὼ ἰώ μοί μοι·
  2. κατά με πέδον γᾶς ἕλοι,
  3. διὰ δὲ θύελλα σπάσαι,
  4. πυρός τε φλογμὸς ὁ Διὸς ἐν κάρᾳ πέσοι.
Χορός
  1. — πικροὺς ἐσεῖδες γάμους,