The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ναν, τέκνων ἄπαιδα.
Ἄδραστος
  1. προσάγετε τῶν δυσπότμων
  2. σώμαθʼ αἱματοσταγῆ,
  3. σφαγέντας οὐκ ἄξιʼ οὐδʼ ὑπʼ ἀξίων,
  4. ἐν οἷς ἀγὼν ἐκράνθη.
Χορός
  1. — δόθʼ, ὡς περιπτυχαῖσι δὴ
  2. χέρας προσαρμόσασʼ ἐμοῖς
  3. ἐν ἀγκῶσι τέκνα θῶμαι.
Ἄδραστος
  1. ἔχεις ἔχεις.
Χορός
  1. — πημάτων γʼ ἅλις βάρος.
Ἄδραστος
  1. αἰαῖ.
Χορός
  1. τοῖς τεκοῦσι δʼ οὐ λέγεις;
Ἄδραστος
  1. ἀίετέ μου.
Χορός
  1. στένεις ἐπʼ ἀμφοῖν ἄχη.
Ἄδραστος
  1. εἴθε με Καδμείων ἔναρον στίχες ἐν κονίαισιν.
Χορός
  1. — ἐμὸν δὲ μήποτʼ ἐζύγη
  2. δέμας ἐς ἀνδρὸς εὐνάν.
Ἄδραστος
  1. ἴδετε κακῶν πέλαγος, ὦ
  2. ματέρες τάλαιναι τέκνων.
Χορός
  1. — κατὰ μὲν ὄνυξιν ἠλοκίσμεθʼ, ἀμφὶ δὲ