The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἐς τάσδε γὰρ βλέψασʼ ἐπηυξάμην τάδε
- γραῦς, αἳ λιποῦσαι δώματʼ Ἀργείας χθονὸς
- ἱκτῆρι θαλλῷ προσπίτνουσʼ ἐμὸν γόνυ,
- πάθος παθοῦσαι δεινόν· ἀμφὶ γὰρ πύλας
- Κάδμου θανόντων ἑπτὰ γενναίων τέκνων
- ἄπαιδές εἰσιν, οὕς ποτʼ Ἀργείων ἄναξ
- Ἄδραστος ἤγαγʼ, Οἰδίπου παγκληρίας
- μέρος κατασχεῖν φυγάδι Πολυνείκει θέλων
- γαμβρῷ. νεκροὺς δὲ τοὺς ὀλωλότας δορὶ
- θάψαι θελουσῶν τῶνδε μητέρων χθονὶ
- εἴργουσιν οἱ κρατοῦντες οὐδʼ ἀναίρεσιν
- δοῦναι θέλουσι, νόμιμʼ ἀτίζοντες θεῶν.
- κοινὸν δὲ φόρτον ταῖσδʼ ἔχων χρείας ἐμῆς
- Ἄδραστος ὄμμα δάκρυσιν τέγγων ὅδε