The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πικρόν, καλὸν θέαμα δʼ, εἴπερ ὄψομαι,
- τὰν ἄελπτον ἁμέραν
- ἰδοῦσα, πάντων μέγιστον ἄλγος.
- — ἄγαμόν μʼ ἔτι δεῦρʼ ἀεὶ
- Χρόνος παλαιὸς πατὴρ
- ὤφελʼ ἁμερᾶν κτίσαι.
- τί γάρ μʼ ἔδει παίδων;
- τὸ μὲν γὰρ ἤλπιζον ἂν πεπονθέναι
- πάθος περισσόν, εἰ γάμων ἀπεζύγην,
- νῦν δʼ ὁρῶ σαφέστατον
- κακόν, τέκνων φιλτάτων στερεῖσα.
- ἀλλὰ τάδʼ ἤδη σώματα λεύσσω
- τῶν οἰχομένων παίδων· μελέα
- πῶς ἂν ὀλοίμην σὺν τοῖσδε τέκνοις