The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- τἀκεῖ παρόντα πολλὰ πήματʼ, οὐκ ἔχω
- τί πρῶτον εἴπω, πότερα τὴν ἐς οὐρανὸν
- κόνιν προσαντέλλουσαν, ὡς πολλὴ παρῆν,
- ἢ τοὺς ἄνω τε καὶ κάτω φορουμένους
- ἱμᾶσιν, αἵματός τε φοινίου ῥοάς,
- τῶν μὲν πιτνόντων, τῶν δὲ θραυσθέντων δίφρων
- ἐς κρᾶτα πρὸς γῆν ἐκκυβιστώντων βίᾳ
- πρὸς ἁρμάτων τʼ ἀγαῖσι λειπόντων βίον;
- νικῶντα δʼ ἵπποις ὡς ὑπείδετο στρατὸν
- Κρέων τὸν ἐνθένδʼ, ἰτέαν λαβὼν χερὶ
- χωρεῖ, πρὶν ἐλθεῖν ξυμμάχοις δυσθυμίαν.
- καὶ συμπατάξαντες μέσον πάντα στρατὸν
- ἔκτεινον ἐκτείνοντο, καὶ παρηγγύων
- κελευσμὸν ἀλλήλοισι σὺν πολλῇ βοῇ·