The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἐνταῦθʼ ἀπελθεῖν, πνεῦμα μὲν πρὸς αἰθέρα,
  2. τὸ σῶμα δʼ ἐς γῆν· οὔτι γὰρ κεκτήμεθα
  3. ἡμέτερον αὐτὸ πλὴν ἐνοικῆσαι βίον,
  4. κἄπειτα τὴν θρέψασαν αὐτὸ δεῖ λαβεῖν.
  5. δοκεῖς κακουργεῖν Ἄργος οὐ θάπτων νεκρούς;
  6. ἥκιστα· πάσης Ἑλλάδος κοινὸν τόδε,
  7. εἰ τοὺς θανόντας νοσφίσας ὧν χρῆν λαχεῖν
  8. ἀτάφους τις ἕξει· δειλίαν γὰρ ἐσφέρει
  9. τοῖς ἀλκίμοισιν οὗτος ἢν τεθῇ νόμος.
  10. κἀμοὶ μὲν ἦλθες δείνʼ ἀπειλήσων ἔπη,
  11. νεκροὺς δὲ ταρβεῖτʼ, εἰ κρυβήσονται χθονί;
  12. τί μὴ γένηται; μὴ κατασκάψωσι γῆν
  13. ταφέντες ὑμῶν; ἢ τέκνʼ ἐν μυχῷ χθονὸς
  14. φύσωσιν, ἐξ ὧν εἶσί τις τιμωρία;
  15. σκαιόν γε τἀνάλωμα τῆς γλώσσης τόδε,
  16. φόβους πονηροὺς καὶ κενοὺς δεδοικέναι.
  17. ἀλλʼ, ὦ μάταιοι, γνῶτε τἀνθρώπων κακά·
  18. παλαίσμαθʼ ἡμῶν ὁ βίος· εὐτυχοῦσι δὲ
  19. οἳ μὲν τάχʼ, οἳ δʼ ἐσαῦθις, οἳ δʼ ἤδη βροτῶν,
  20. τρυφᾷ δʼ ὁ δαίμων· πρός τε γὰρ τοῦ δυστυχοῦς,