The Suppliant Maidens
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- ἢ παρθενεύειν παῖδας ἐν δόμοις καλῶς,
- τερπνὰς τυράννοις ἡδονάς, ὅταν θέλῃ,
- δάκρυα δʼ ἑτοιμάζουσι; μὴ ζῴην ἔτι,
- εἰ τἀμὰ τέκνα πρὸς βίαν νυμφεύσεται.
- καὶ ταῦτα μὲν δὴ πρὸς τὰ σὰ ἐξηκόντισα.
- ἥκεις δὲ δὴ τί τῆσδε γῆς κεχρημένος;
- κλαίων γʼ ἂν ἦλθες, εἴ σε μὴ ῎πεμψεν πόλις,
- περισσὰ φωνῶν· τὸν γὰρ ἄγγελον χρεὼν
- λέξανθʼ ὅσʼ ἂν τάξῃ τις ὡς τάχος πάλιν
- χωρεῖν. τὸ λοιπὸν δʼ εἰς ἐμὴν πόλιν Κρέων
- ἧσσον λάλον σου πεμπέτω τινʼ ἄγγελον.
- φεῦ φεῦ· κακοῖσιν ὡς ὅταν δαίμων διδῷ
- καλῶς, ὑβρίζουσʼ ὡς ἀεὶ πράξοντες εὖ.
- λέγοιμʼ ἂν ἤδη. τῶν μὲν ἠγωνισμένων
- σοὶ μὲν δοκείτω ταῦτʼ, ἐμοὶ δὲ τἀντία.
- ἐγὼ δʼ ἀπαυδῶ πᾶς τε Καδμεῖος λεὼς
- Ἄδραστον ἐς γῆν τήνδε μὴ παριέναι·
- εἰ δʼ ἔστιν ἐν γῇ, πρὶν θεοῦ δῦναι σέλας,
- λύσαντα σεμνὰ στεμμάτων μυστήρια
- τῆσδʼ ἐξελαύνειν, μηδʼ ἀναιρεῖσθαι νεκροὺς