The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. καὶ γὰρ κατέστησʼ αὐτὸν ἐς μοναρχίαν
  2. ἐλευθερώσας τήνδʼ ἰσόψηφον πόλιν.
  3. λαβὼν δʼ Ἄδραστον δεῖγμα τῶν ἐμῶν λόγων
  4. ἐς πλῆθος ἀστῶν εἶμι· καὶ πείσας τάδε,
  5. λεκτοὺς ἀθροίσας δεῦρʼ Ἀθηναίων κόρους
  6. ἥξω· παρʼ ὅπλοις θʼ ἥμενος πέμψω λόγους
  7. Κρέοντι νεκρῶν σώματʼ ἐξαιτούμενος.
  8. ἀλλʼ, ὦ γεραιαί, σέμνʼ ἀφαιρεῖτε στέφη
  9. μητρός, πρὸς οἴκους ὥς νιν Αἰγέως ἄγω,
  10. φίλην προσάψας χεῖρα· τοῖς τεκοῦσι γὰρ
  11. δύστηνος ὅστις μὴ ἀντιδουλεύει τέκνων —
  12. κάλλιστον ἔρανον· δοὺς γὰρ ἀντιλάζυται
  13. παίδων παρʼ αὑτοῦ τοιάδʼ ἃν τοκεῦσι δῷ.
Χορός
  1. — ἱππόβοτον Ἄργος, ὦ πάτριον ἐμὸν πέδον,