The Suppliant Maidens

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. αἰσχρόν γʼ ἔλεξας, χρήστʼ ἔπη κρύπτειν φίλοις.
Αἴθρα
  1. οὔτοι σιωπῶσʼ εἶτα μέμψομαί ποτε
  2. τὴν νῦν σιωπὴν ὡς ἐσιγήθη κακῶς,
  3. οὐδʼ ὡς ἀχρεῖον τὰς γυναῖκας εὖ λέγειν
  4. δείσασʼ ἀφήσω τῷ φόβῳ τοὐμὸν καλόν.
  5. ἐγὼ δέ σʼ, ὦ παῖ, πρῶτα μὲν τὰ τῶν θεῶν
  6. σκοπεῖν κελεύω μὴ σφαλῇς ἀτιμάσας·
  7. τἄλλʼ εὖ φρονῶν γάρ, ἐν μόνῳ τούτῳ ʼσφάλης.
  8. πρὸς τοῖσδε δʼ, εἰ μὲν μὴ ἀδικουμένοις ἐχρῆν
  9. τολμηρὸν εἶναι, κάρτʼ ἂν εἶχον ἡσύχως·
  10. νῦν δʼ ἴσθι σοί τε τοῦθʼ ὅσην τιμὴν φέρει,
  11. κἀμοὶ παραινεῖν οὐ φόβον φέρει, τέκνον,
  12. ἄνδρας βιαίους καὶ κατείργοντας νεκροὺς
  13. τάφου τε μοίρας καὶ κτερισμάτων λαχεῖν
  14. ἐς τήνδʼ ἀνάγκην σῇ καταστῆσαι χερί,
  15. νόμιμά τε πάσης συγχέοντας Ἑλλάδος
  16. παῦσαι· τὸ γάρ τοι συνέχον ἀνθρώπων πόλεις
  17. τοῦτʼ ἔσθʼ, ὅταν τις τοὺς νόμους σῴζῃ καλῶς.
  18. ἐρεῖ δὲ δή τις ὡς ἀνανδρίᾳ χερῶν,
  19. πόλει παρόν σοι στέφανον εὐκλείας λαβεῖν,